ὡς δὲ ἐπελθὼν ὁ Ἀντίγονος εἰς λόγους αὐτόν ἐκάλει πρὸ τῆς πολιορκίας, ἀπεκρίνατο πολλοὺς εἶναι τοὺς Ἀντιγόνου φίλους καὶ μετὰ Ἀντίγονον ἡγεμόνας, ὧν δὲ αὐτὸς προπολεμεῖ μηδένα λείπεσθαι μετʼ αὐτόν· ὁμήρους δὲ πέμπειν ἐκέλευσεν, εἰ χρῄζει διὰ λόγων αὐτῷ γενέσθαι, τοῦ δὲ Ἀντιγόνου κελεύοντος ὡς κρείττονι λαλεῖν, οὐδένα, εἶπεν, ἐμαυτοῦ κρείττονα νομίζω, μέχρι ἂν ὦ τοῦ ξίφους κύριος. ὅμως δὲ πέμψαντος τοῦ Ἀντιγόνου τὸν ἀδελφιδοῦν Πτολεμαῖον εἰς τὸ χωρίον, ὥσπερ ἠξίωσεν ὁ Εὐμενής, κατέβη, καὶ περιβαλόντες ἀλλήλους ἠσπάσαντο φιλικῶς καὶ οἰκείως, ἅτε δὴ ἀλλήλοις κεχρημένοι πολλὰ καὶ συνήθεις γεγονότες. λόγων δὲ γενομένων πολλῶν καὶ τοῦ Εὐμενοῦς οὐχ ὑπὲρ ἀσφαλείας μεμνημένου καὶ διαλύσεως, ἀλλὰ καὶ τὰς σατραπείας ἀξιοῦντος αὑτῷ βεβαιοῦσθαι καὶ τὰς δωρεὰς ἀποδίδοσθαι, θαῦμα τοὺς παρόντας εἶχε τὸ φρόνημα καὶ τὴν εὐτολμίαν ἀγαμένους.