ἐν δὲ τῇ συγκρίσει πρῶτον ὁ Νικίου πλοῦτος τῷ Κράσσου παραβαλλόμενος ἀμεμπτοτέραν ἔχει τὴν κτῆσιν. ἄλλως μὲν γὰρ οὐκ ἄν τις δοκιμάσειε τὴν ἀπὸ μετάλλων ἐργασίαν, ἧς τὰ πλεῖστα περαίνεται διὰ κακούργων ἢ βαρβάρων, ἐνίων δεδεμένων καὶ φθειρομένων ἐν τόποις ὑπούλοις καὶ νοσεροῖς· παραβαλλομένη δὲ πρὸς τὰ Σύλλα δημιόπρατα καὶ τὰς περὶ τὸ πῦρ ἐργολαβίας, ἐπιεικεστέρα φανεῖται. ταύταις γὰρ ὁ Κράσσος ἀναφανδὸν ὡς τῷ γεωργεῖν ἐχρῆτο καὶ τῷ δανείζειν· ἃ δὲ ἔξαρνος ἦν ἐλεγχόμενος, ἐπὶ κέρδεσιν ἐν βουλῇ λέγειν καὶ τοὺς συμμάχους ἀδικεῖν καὶ γύναια περιιὼν κολακεύειν καὶ συνεπικρύπτειν τοὺς πονηρούς, τούτων αἰτίαν οὐδὲ ψευδῆ ποτε Νικίας ἔλαβεν, ἄλλως δὲ διδοὺς καὶ προϊέμενος ἀργύριον ὑπὸ δειλίας τοῖς συκοφάνταις ἐχλευάζετο, πρᾶγμα ποιῶν Περικλεῖ μὲν ἴσως καὶ Ἀριστείδῃ μὴ πρέπον, αὐτῷ δʼ ἀναγκαῖον οὐκ εὖ πεφυκότι πρὸς τὸ θαρρεῖν.