καὶ τοῦτο μὲν ὀρθῶς ὁ Κράσσος, εἴπερ, ὡς ἔλεγεν, ἡγεῖτο τὰ μὲν ἄλλα διὰ τῶν οἰκετῶν χρῆναι, τοὺς δὲ οἰκέτας διʼ αὑτοῦ κυβερνᾶν τὴν γὰρ οἰκονομικήν ἐν ἀψύχοις χρηματιστικὴν οὖσαν, ἐν ἀνθρώποις πολιτικὴν γιγνομένην ὁρῶμεν ἐκεῖνο δὲ οὐκ εὖ, τὸ μηδένα νομίζειν μηδὲ φάσκειν εἶναι πλούσιον, ὃς οὐ δύναται τρέφειν ἀπὸ τῆς οὐσίας στρατόπεδον (ὁ γὰρ πόλεμος οὐ τεταγμένα σιτεῖται, κατὰ τόν Ἀρχίδαμον, ὥσθʼ ὁ πρὸς πόλεμον πλοῦτος ἀόριστος), καὶ πολὺ τῆς Μαρίου γνώμης ἀπηρτημένως. ἐκεῖνος γὰρ, ἐπεὶ κατʼ ἄνδρα νείμας ἑκάστῳ δέκα καὶ τέσσαρα πλέθρα γῆς ἔγνω πλέον ἐπιζητοῦντας, μηδείς, ἔφη, γένοιτο Ῥωμαίων ὀλίγην ἡγούμενος τὴν τρέφειν ἀρκοῦσαν.