τῷ δὲ Λουκούλλῳ πάππος μὲν ἦν ὑπατικός, θεῖος δὲ πρὸς μητρὸς Μέτελλος ὁ Νομαδικὸς ἐπικληθείς. τῶν δὲ γονέων ὁ μὲν πατὴρ ἑάλω κλοπῆς, Κεκιλία δὲ ἡ μήτηρ ἠδόξησεν ὡς οὐ βεβιωκυῖα σωφρόνως. αὐτὸς δʼ ὁ Λούκοθλλος ἔτι μειράκιον ὢν, πρὶν ἀρχήν τινα μετελθεῖν καί πολιτείας ἅψασθαι, πρῶτον ἔργον ἐποιήσατο τὸν τοῦ πατρὸς κατήγορον κρῖναι Σερουίλιον αὔγουρα, λαβὼν ἀδικοῦντα δημοσίᾳ. καί τὸ πρᾶγμα λαμπρὸν ἐφάνη Ῥωμαίοις, καί τὴν δίκην ἐκείνην ὥσπερ ἀριστείαν διὰ στόματος ἔσχον. ἐδόκει δὲ καί ἄλλως αὐτοῖς ἄνευ προφάσεως οὐκ ἀγεννὲς εἶναι τὸ τῆς κατηγορίας ἔργον, ἀλλὰ καί πάνυ τοὺς νέους ἐβούλοντο τοῖς ἀδικοῦσιν ἐπιφυομένους ὁρᾶν ὥσπερ θηρίοις εὐγενεῖς σκύλακας. οὐ μὴν ἀλλὰ μεγάλης περὶ τὴν δίκην ἐκείνην φιλονεικίας γενομένης, ὥστε καί τρωθῆναί τινας καί πεσεῖν, ἀπέφυγεν ὁ Σερουίλιος.