τῶν δὲ ἄλλων τὸ μὲν κοινὸν ἀπὸ συγγενείας, τοὺς Πομπηΐους καὶ τοὺς Μαλλίους καὶ τοὺς Κορνηλίους ὥσπερ ἂν Ἡρακλείδας τις εἴποι καὶ Πελοπίδας, τοῦτο δὲ προσηγορικὸν ἐξ ἐπιθέτου πρὸς τὰς φύσεις ἢ τὰς πράξεις ἢ τὰ τοῦ σώματος εἴδη καὶ πάθη τίθεσθαι, τὸν Μακρῖνον καὶ τὸν Τουρκουᾶτον καὶ τὸν Σύλλαν οἶόν ἐστιν ὁ Μνήμων ἢ ὁ Γρυπὸς ἢ ὁ Καλλίνικος, εἰς μὲν οὖν ταῦτα πολλὰς δίδωσιν ἐπιχειρήσεις ἡ τῆς συνηθείας ἀνωμαλία. τῆς δὲ ὄψεως τῆς Μαρίου λιθίνην εἰκόνα κειμένην ἐν Ῥαβέννῃ τῆς Γαλατίας ἐθεώμεθα πάνυ τῇ λεγομένῃ περὶ τὸ ἦθος στρυφνότητι καὶ πικρίᾳ πρέπουσαν. ἀνδρώδης γὰρ φύσει καὶ πολεμικὸς γενόμενος, καὶ στρατιωτικῆς μᾶλλον ἢ πολιτικῆς παιδείας μεταλαβών, ἄκρατον ἐν ταῖς ἐξουσίαις τὸν θυμὸν ἔσχε.