<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="section" n="2"><p> καὶ πάντας ἀγαθοὺς ἐν τοῖς ὅπλοις ἐθρέψατο καὶ <pb n="paris.1624.388"/> διαπύρους, εὐθὺς ἐκ γενετῆς ἐπὶ τοῦτο θηγομένους ὑπʼ αὐτοῦ, λέγεται γὰρ ὡς ἐρωτηθεὶς ὑφʼ ἑνὸς αὐτῶν ἔτι παιδὸς ὄντος, τίνι καταλείψει τὴν βασιλείαν, εἰπεῖν, <q>ὃς ἂν ὑμῶν τὴν μάχαιραν ὀξυτάτην<note resp="editor" place="unspecified" anchored="true" xml:lang="eng"><foreign xml:lang="grc">ὀξυτάτην</foreign> with Blass: <foreign xml:lang="grc">ὀξυτέραν</foreign>.</note> ἔχῃ.</q> τοῦτο δὲ οὐδὲν ἀποδεῖ τῆς τραγικῆς ἀρᾶς ἐκείνης· <q>θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν</q> τοὺς ἀδελφούς, οὕτως ἄμικτός ἐστι καὶ θηριώδης ἡ τῆς πλεονεξίας ὑπόθεσις.</p></div></div><div type="textpart" subtype="chapter" n="10"><div type="textpart" subtype="section" n="1"><p> μετὰ δὲ τὴν μάχην ταύτην ὁ Πύρρος ἐπανελθὼν οἴκαδε λαμπρὸς ὑπὸ δόξης καὶ φρονήματος ἔχαιρε· καὶ Ἀετὸς ὑπὸ τῶν Ἠπειρωτῶν προσαγορευόμενος, <q>διʼ ὑμᾶς,</q> ἔλεγεν, <q>ἀετὸς εἰμι· πῶς γὰρ οὐ μέλλω, τοῖς ὑμετέροις ὅπλοις ὥσπερ ὠκυπτέροις ἐπαιρόμενος;</q> ὀλίγῳ δὲ ὕστερον πυθόμενος νοσεῖν τὸν Δημήτριον ἐπισφαλῶς ἐνέβαλε μὲν ἐξαίφνης εἰς Μακεδονίαν ὡς ἐπιδρομήν τινα καὶ λεηλασίαν ποιησόμενος, </p></div></div></div></body></text></TEI>