καὶ πάντας ἀγαθοὺς ἐν τοῖς ὅπλοις ἐθρέψατο καὶ διαπύρους, εὐθὺς ἐκ γενετῆς ἐπὶ τοῦτο θηγομένους ὑπʼ αὐτοῦ, λέγεται γὰρ ὡς ἐρωτηθεὶς ὑφʼ ἑνὸς αὐτῶν ἔτι παιδὸς ὄντος, τίνι καταλείψει τὴν βασιλείαν, εἰπεῖν, ὃς ἂν ὑμῶν τὴν μάχαιραν ὀξυτάτην ὀξυτάτην with Blass: ὀξυτέραν . ἔχῃ. τοῦτο δὲ οὐδὲν ἀποδεῖ τῆς τραγικῆς ἀρᾶς ἐκείνης· θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τοὺς ἀδελφούς, οὕτως ἄμικτός ἐστι καὶ θηριώδης ἡ τῆς πλεονεξίας ὑπόθεσις. μετὰ δὲ τὴν μάχην ταύτην ὁ Πύρρος ἐπανελθὼν οἴκαδε λαμπρὸς ὑπὸ δόξης καὶ φρονήματος ἔχαιρε· καὶ Ἀετὸς ὑπὸ τῶν Ἠπειρωτῶν προσαγορευόμενος, διʼ ὑμᾶς, ἔλεγεν, ἀετὸς εἰμι· πῶς γὰρ οὐ μέλλω, τοῖς ὑμετέροις ὅπλοις ὥσπερ ὠκυπτέροις ἐπαιρόμενος; ὀλίγῳ δὲ ὕστερον πυθόμενος νοσεῖν τὸν Δημήτριον ἐπισφαλῶς ἐνέβαλε μὲν ἐξαίφνης εἰς Μακεδονίαν ὡς ἐπιδρομήν τινα καὶ λεηλασίαν ποιησόμενος,