<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="8"><div type="textpart" subtype="section" n="5"><p> ἐν δὲ Ἀμβρακίᾳ κακολόγον τινὰ καὶ βλάσφημον ἄνθρωπον οἰομένων δεῖν μεταστῆσαι τὸν Πύρρον <q>αὐτοῦ μένων,</q> ἔφη, <q>μᾶλλον ἡμᾶς ἐν ὀλίγοις ἢ περιιὼν πρὸς ἅπαντας ἀνθρώπους κακῶς λεγέτω.</q> καὶ τοὺς παρʼ οἶνον αὑτὸν λοιδορήσαντας, εἶτα ἐλεγχομένους ἠρώτησεν εἰ ταῦτα εἶπον· ἀποκριναμένου δὲ τῶν νεανίσκων ἑνός, <q>ταῦτα, ὦ βασιλεῦ· πλείονα δ’ ἂν ἔτι τούτων εἰρήκειμεν, εἰ πλείων παρῆν οἶνος ἡμῖν,</q> γελάσας ἀφῆκε.</p></div></div><div type="textpart" subtype="chapter" n="9"><div type="textpart" subtype="section" n="1"><p> γυναῖκας δὲ πραγμάτων ἕνεκα καὶ δυνάμεως πλείονας ἔγημε μετὰ τὴν Ἀντιγόνης τελευτήν. καὶ γὰρ Αὐτολέοντος τοῦ Παιόνων βασιλέως ἔλαβε θυγατέρα, καὶ Βιρκένναν τὴν Βαρδύλλιος τοῦ Ἰλλυριῶν, καὶ Λάνασσαν τὴν Ἀγαθοκλέους τοῦ Συρακουσίου, προῖκα προσφερομένην αὐτῷ τὴν Κερκυραίων πόλιν ἡλωκυῖαν ὑπὸ Ἀγαθοκλέους, ἐκ μὲν οὖν Ἀντιγόνης <pb n="p.370"/> Πτολεμαῖον υἱὸν ἔσχεν, ἐκ δὲ Λανάσσης Ἀλέξανδρον, Ἕλενον δὲ τὸν νεώτατον ἐκ Βιρκέννης.</p></div></div></div></body></text></TEI>