καὶ ὅλως τοῦτο μελετῶν ἔοικε καὶ φιλοσοφῶν ἀεὶ διατελεῖν ὁ Πύρρος, ὡς μαθημάτων βασιλικώτατον, τὰς δὲ ἄλλας γλαφυρίας ἐν οὐδενὶ λόγῳ τίθεσθαι. λέγεται γάρ ὡς ἐρωτηθεὶς ἔν τινι πότῳ, πότερον αὐτῷ φαίνεται Πύθων αὐλητὴς ἀμείνων ἢ Καφισίας, εἰπεῖν ὅτι Πολυπέρχων στρατηγός, ὡς ταῦτα τῷ βασιλεῖ ζητεῖν μόνα καὶ γινώσκειν προσῆκον. ἦν δὲ καὶ πρὸς τοὺς συνήθεις ἐπιεικὴς καὶ πρᾶος ὀργήν, σφοδρὸς δὲ καὶ πρόθυμος ἐν ταῖς χάρισιν. Ἀερόπου γοῦν ἀποθανόντος οὐκ ἤνεγκε μετρίως, ἐκεῖνον μὲν ἀνθρώπινα πεπονθέναι φάσκων, ἑαυτὸν δὲ μεμφόμενος καὶ κακίζων ὅτι μέλλων ἀεὶ καὶ βραδύνων χάριν οὐκ ἀπέδωκεν αὐτῷ. τὰ μὲν γὰρ χρέα καὶ κληρονόμοις ἔστιν ἀποδοῦναι τῶν δανεισάντων, αἱ δὲ τῶν χαρίτων ἀμοιβαὶ μὴ γενόμεναι πρὸς αἰσθανομένους ἀνιῶσι τὸν χρηστὸν καὶ δίκαιον.