ἐπεὶ δὲ ταύρου καὶ κάπρου καὶ κριοῦ προσαχθέντος ὁ κριὸς αὐτομάτως ἀπέθανε, τοῖς μὲν ἄλλοις γελᾶν ἐπῄει, τὸν δὲ Πύρρον ὁ μάντις Θεόδοτος ὀμόσαι διεκώλυσε, φήσας τὸ δαιμόνιον ἑνὶ προσημαίνειν τῶν τριῶν βασιλέων θάνατον, ὁ μὲν οὖν Πύρρος οὕτως ἀπέστη τῆς εἰρήνης. τῷ δὲ Ἀλεξάνδρῳ τῶν πραγμάτων ἤδη κατάστασιν ἐχόντων ὅμως ὁ Δημήτριος ἀφίκετο· καὶ δῆλος μὲν ἦν εὐθὺς ἥκων μὴ δεομένῳ, καὶ φόβον παρεῖχεν, ὀλίγας δ̓· ἡμέρας συγγενόμενοι διʼ ἀπιστίας ἐπεβούλευσαν ἀλλήλοις ἀμφότεροι, καιρῷ δὲ χρησάμενος καὶ φθάσας ἀποκτίννυσιν ὁ Δημήτριος τὸ μειράκιον, καὶ βασιλεὺς ἀνηγορεύθη Μακεδονίας.