προεμένου δὲ τοῦ νεανίσκου ταῦτα μὲν αὐτὸς εἶχε φρουραῖς καταλαβών, τὰ δὲ λοιπὰ κτώμενος ἐκείνῳ περιέκοπτε τὸν Ἀντίπατρον. Λυσίμαχος δὲ ὁ βασιλεὺς αὐτὸς μὲν ἦν ἐν ἀσχολίαις προθυμούμενος Ἀντιπάτρῳ βοηθεῖν, εἰδὼς δὲ τὸν Πύρρον οὐδὲν ἀχαριστεῖν οὐδὲ ἀρνεῖσθαι Πτολεμαίῳ βουλόμενον ἔπεμψε πλαστὰ γράμματα πρὸς αὐτόν, ὡς Πτολεμαίου κελεύοντος ἀπαλλάττεσθαι τῆς στρατείας τριακόσια τάλαντα παρὰ τοῦ Ἀντιπάτρου λαβόντα. λύσας δὲ τὴν ἐπιστολὴν ὁ Πύρρος εὐθὺς τὸ ῥᾳδιούργημα τοῦ Λυσιμάχου συνεῖδεν· οὐδὲ γὰρ ἦν ἡ συνήθης γεγραμμένη προσαγόρευσις, ὁ πατήρ τῷ υἱῷ χαίρειν ἀλλά, βασιλεὺς Πτολεμαῖος βασιλεῖ Πύρρῳ χαίρειν. λοιδορήσας δὲ τὸν Λυσίμαχον ὅμως ἐποιεῖτο τὴν εἰρήνην, καὶ συνῄεσαν ὡς κατὰ σφαγίων ὁρκωμοτήσοντες.