χρόνου δὲ προϊόντος ἦσαν οἱ παροξύνοντες αὐτοὺς κρύφα καὶ κατʼ ἀλλήλων ἐμποιοῦντες ὑποψίας, ἡ μέντοι μάλιστα κινήσασα τὸν Πύρρον αἰτία λέγεται τοιαύτην ἀρχὴν λαβεῖν. εἰώθεισαν οἱ βασιλεῖς ἐν Πασσαρῶνι, χωρίῳ τῆς Μολοττίδος, Ἀρείῳ Διί· θύσαντες ὁρκωμοτεῖν τοῖς Ἠπειρώταις καὶ ὁρκίζειν, αὐτοὶ μὲν ἄρξειν κατὰ τοὺς νόμους, ἐκείνους δὲ τὴν βασιλείαν διαφυλάξειν κατὰ τοὺς νόμους. ταῦτʼ οὖν ἐδρᾶτο ἀμφοτέρων τῶν βασιλέων παρόντων, καὶ συνῆσαν ἀλλήλοις μετὰ τῶν φίλων, δῶρα πολλὰ τὰ μὲν διδόντες, τὰ δὲ λαμβάνοντες, ἐνταῦθα δὴ Γέλων, ἀνήρ πιστὸς Νεοπτολέμῳ, δεξιωσάμενος φιλοφρόνως τὸν Πύρρον ἐδωρήσατο βοῶν ἀροτήρων δυσὶ ζεύγεσι. ταῦτα Μυρτίλος ὁ ἐπὶ τοῦ οἴνου παρὼν ᾔτει τὸν Πύρρον· ἐκείνου δὲ μὴ διδόντος, ἀλλʼ ἑτέρῳ, χαλεπῶς ἐνεγκὼν ὁ Μυρτίλος οὐκ ἔλαθε τὸν Γέλωνα.