ὁ δὲ Πύρρος οὕτω τὴν ἀρχὴν ἀποβαλὼν καὶ γενόμενος πάντων ἔρημος Δημητρίῳ τῷ Ἀντιγόνου προσέμιξεν ἑαυτόν, ἔχοντι τὴν ἀδελφὴν αὐτοῦ Δηιδάμειαν, ἣν ἔτι μὲν οὖσαν κόρην ὠνόμαζον Ἀλεξάνδρου τοῦ Ῥωξάνης γυναῖκα, τῶν δὲ κατʼ ἐκείνους δυστυχηθέντων ὥραν ἔχουσαν αὐτὴν ἔγημεν ὁ Δημήτριος. τῆς δὲ μεγάλης μάχης ἣν ἐν Ἰψῷ πάντες οἱ βασιλεῖς ἠγωνίσαντο, παρὼν ὁ Πύρρος τοῖς περὶ Δημήτριον συμμετεῖχε μειράκιον ὢν ἔτι, καὶ τοὺς καθʼ ἑαυτὸν ἐτρέψατο, καὶ διεφάνη λαμπρὸς ἐν τοῖς μαχομένοις. πταίσαντα δὲ Δημήτριον οὐκ ἐγκατέλιπεν, ἀλλὰ καὶ τὰς ἐν τῇ Ἑλλάδι πόλεις πιστευθεὶς διεφύλαξε, καὶ συμβάσεων αὐτῷ γενομένων πρὸς Πτολεμαῖον ἔπλευσεν εἰς Αἴγυπτον ὁμηρεύσων.