<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="21"><div type="textpart" subtype="section" n="2"><p> εἶχε δὲ οὕτως τὰ γεγραμμένα· <q>Γάιος Φαβρίκιος καὶ Κόιντος Αἰμίλιος ὕπατοι Ῥωμαίων Πύρρῳ βασιλεῖ χαίρειν. οὔτε φίλων εὐτυχὴς ἔοικας εἶναι κριτὴς οὔτε πολεμίων, γνώσῃ δὲ τὴν πεμφθεῖσαν ἡμῖν ἐπιστολὴν ἀναγνούς, ὅτι χρηστοῖς <pb n="p.412"/> καὶ δικαίοις ἀνδράσι πολεμεῖς, ἀδίκοις δὲ καὶ κακοῖς πιστεύεις.</q></p></div><div type="textpart" subtype="section" n="3"><p><q rend="merge">οὐδὲ γὰρ ταῦτα σῇ χάριτι μηνύομεν, ἀλλʼ ὅπως μὴ τὸ σὸν πάθος ἡμῖν διαβολὴν ἐνέγκῃ καὶ δόλῳ δόξωμεν, ὡς ἀρετῇ μὴ δυνάμενοι, κατεργάσασθαι τὸν πόλεμον.</q> ἐντυχὼν τούτοις τοῖς γράμμασιν ὁ Πύρρος καὶ τὴν ἐπιβουλὴν ἐξελέγξας τὸν μὲν ἰατρὸν ἐκόλασε, Φαβρικίῳ δὲ καὶ Ῥωμαίοις ἀμοιβὴν ἐδωρεῖτο προῖκα τοὺς αἰχμαλώτους, καὶ πάλιν ἔπεμψε τὸν Κινέαν διαπραξόμενον αὐτῷ τὴν εἰρήνην.</p></div></div></div></body></text></TEI>