ὁ δὲ Πύρρος οὐ πρὸς ὀργὴν οὐδὲ τυραννικῶς ἐδέξατο τὸν λόγον, ἀλλὰ καὶ τοῖς φίλοις ἀπήγγειλε τοῦ Φαβρικίου τὴν μεγαλοφροσύνην, καὶ τοὺς αἰχμαλώτους ἐκείνῳ μόνῳ διεπίστευσεν, ὅπως, εἰ μὴ ψηφίσαιτο τὴν εἰρήνην ἡ σύγκλητος, ἀσπασάμενοι τοὺς προσήκοντας καὶ τὰ Κρόνια διεορτάσαντες ἀποπεμφθεῖεν πάλιν πρὸς αὐτόν, καὶ ἀπεπέμφθησαν μετὰ τὴν ἑορτήν, τῷ ὑπολειφθέντι τῆς βουλῆς ζημίαν θάνατον ψηφισαμένης. μετὰ ταῦτα τὸν Φαβρικίου τὴν ἀρχὴν παραλαβόντος ἧκεν ἀνήρ εἰς τὸ στρατόπεδον πρὸς αὐτὸν ἐπιστολὴν κομίζων, ἣν ἔγραψεν ὁ τοῦ βασιλέως ἰατρός ἐπαγγελλόμενος φαρμάκοις ἀναιρήσειν τὸν Πύρρον, εἰ χάρις αὐτῷ παρʼ ἐκείνων ὁμολογηθείη λύσαντι τὸν πόλεμον ἀκινδύνως, ὁ δὲ Φαβρίκιος δυσχεράνας πρὸς τὴν ἀδικίαν τοῦ ἀνθρώπου, καὶ τὸν συνάρχοντα διαθεὶς ὁμοίως, ἔπεμψε γράμματα πρὸς τὸν Πύρρον κατὰ τάχος φνλάττεσθαι τὴν ἐπιβουλὴν κελεύων.