οὕτως, εἰ δέοιτο, περὶ φιλίας καὶ συμμαχίας διαλέγεσθαι, μέχρι δὲ οὗ πάρεστιν ἐν ὅπλοις, πολεμήσειν αὐτῷ Ῥωμαίους κατὰ κράτος κἂν μυρίους ἔτι Λαιβίνους τρέψηται μαχόμενος, λέγεται δὲ Κινέαν, ἐν ᾧ ταῦτα ἔπραττεν, ἅμα ποιησάμενον ἔργον καὶ σπουδάσαντα τῶν τε βίων γενέσθαι θεατὴν καὶ τῆς πολιτείας τὴν ἀρετὴν κατανοῆσαι, καὶ διὰ λόγων ἐλθόντα τοῖς ἀρίστοις τά τε ἄλλα τῷ Πύρρῳ φράσαι, καὶ εἰπεῖν ὡς ἡ σύγκλητος αὐτῷ βασιλέων πολλῶν συνέδριον φανείη, περὶ δὲ τοῦ πλήθους δεδιέναι, μὴ πρός τινα φανῶσι Λερναίαν ὕδραν μαχόμενοι· διπλασίους γάρ ἤδη τῷ ὑπάτῳ τῶν παρατεταγμένων πρότερον ἠθροῖσθαι, καὶ πολλάκις εἶναι τοσούτους ἔτι τῶν Ῥωμαίων ὅπλα φέρειν δυναμένους.