<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="17"><div type="textpart" subtype="section" n="3"><p> ἦν οὖν παρὰ τὰς τάξεις τῶν λαφύρων παραφερομένων καὶ ἀναδεικνυμένων τοῖς τε Ῥωμαίοις χαρὰ μετʼ ἀλαλαγμοῦ καὶ τοῖς Ἕλλησιν ἀθυμία καὶ κατάπληξις, ἄχρι οὗ μαθὼν ὁ Πύρρος τὸ γινόμενον παρήλαυνε γυμνῷ τῷ <pb n="paris.1624.394"/> προσώπῳ τήν τε δεξιὰν ὀρέγων τοῖς μαχομένοις καὶ τῇ φωνῇ σημαίνων ἑαυτόν, τέλος δὲ τῶν <pb n="p.400"/> θηρίων ἐκβιαζομένων μάλιστα τοὺς Ῥωμαίους, καὶ τῶν ἵππων, πρὶν ἐγγὺς γενέσθαι, δυσανασχετούντων καὶ παραφερόντων τοὺς ἐπιβάτας, ἐπαγαγὼν τὴν Θετταλικὴν ἵππον αὐτοῖς ταρασσομένοις ἐτρέψατο πολλῷ φόνῳ.</p></div><div type="textpart" subtype="section" n="4"><p><milestone unit="para"/>Διονύσιος μὲν οὖν ὀλίγῳ τῶν πεντακισχιλίων καὶ μυρίων ἐλάσσονας πεσεῖν ἱστορεῖ Ῥωμαίων, Ἱερώνυμος δὲ μόνους ἑπτακισχιλίους, τῶν δὲ περὶ Πύρρον ὁ μὲν Διονύσιος μυρίους καὶ τρισχιλίους, ὁ δὲ Ἱερώνυμος ἐλάττονας τῶν τετρακισχιλίων· κράτιστοι δὲ ἦσαν οὗτοι· καὶ τῶν φίλων ὁ Πύρρος καὶ τῶν στρατηγῶν οἷς μάλιστα χρώμενος διετέλει καὶ πιστεύων ἀπέβαλεν.</p></div></div></div></body></text></TEI>