<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="16"><div type="textpart" subtype="section" n="9"><p><q rend="merge">σοὶ γὰρ ἐνορᾷ καὶ πρὸς σὲ τέταται πνεύματος μεστὸς ὢν καὶ θυμοῦ, τοὺς δὲ ἄλλους ἐᾷ χαίρειν. ἀλλὰ σὺ φυλάττου τὸν ἄνδρα</q> καὶ ὁ Πύρρος ἀπεκρίνατο, <q>τὸ μὲν εἱμαρμένον, ὦ Λεοννάτε, διαφυγεῖν ἀδύνατον· χαίρων δὲ οὔτε οὗτος οὔτʼ ἄλλος τις Ἰταλῶν εἰς χεῖρας ἡμῖν σύνεισιν.</q> ἔτι ταῦτα προσδιαλεγομένων ὁ Ἰταλὸς διαλαβὼν τὸ δόρυ καὶ συστρέψας τὸν <pb n="p.398"/> ἵππον ὥρμησεν ἐπὶ τὸν Πύρρον.</p></div><div type="textpart" subtype="section" n="10"><p> εἶτα ἅμα παίει μὲν αὐτὸς τῷ δόρατι τοῦ βασιλέως τὸν ἵππον, παίει δὲ τὸν ἐκείνου παραβαλὼν ὁ Λεοννάτος. ἀμφοτέρων δὲ τῶν ἵππων πεσόντων τὸν μὲν Πύρρον οἱ φίλοι περισχόντες ἀνήρπασαν, τὸν δὲ Ἰταλὸν μαχόμενον διέφθειραν. ἦν δὲ τῷ γένει Φρεντανός, ἴλης ἡγεμών, Ὄπλακος ὄνομα.</p></div></div></div></body></text></TEI>