σοὶ γὰρ ἐνορᾷ καὶ πρὸς σὲ τέταται πνεύματος μεστὸς ὢν καὶ θυμοῦ, τοὺς δὲ ἄλλους ἐᾷ χαίρειν. ἀλλὰ σὺ φυλάττου τὸν ἄνδρα καὶ ὁ Πύρρος ἀπεκρίνατο, τὸ μὲν εἱμαρμένον, ὦ Λεοννάτε, διαφυγεῖν ἀδύνατον· χαίρων δὲ οὔτε οὗτος οὔτʼ ἄλλος τις Ἰταλῶν εἰς χεῖρας ἡμῖν σύνεισιν. ἔτι ταῦτα προσδιαλεγομένων ὁ Ἰταλὸς διαλαβὼν τὸ δόρυ καὶ συστρέψας τὸν ἵππον ὥρμησεν ἐπὶ τὸν Πύρρον. εἶτα ἅμα παίει μὲν αὐτὸς τῷ δόρατι τοῦ βασιλέως τὸν ἵππον, παίει δὲ τὸν ἐκείνου παραβαλὼν ὁ Λεοννάτος. ἀμφοτέρων δὲ τῶν ἵππων πεσόντων τὸν μὲν Πύρρον οἱ φίλοι περισχόντες ἀνήρπασαν, τὸν δὲ Ἰταλὸν μαχόμενον διέφθειραν. ἦν δὲ τῷ γένει Φρεντανός, ἴλης ἡγεμών, Ὄπλακος ὄνομα.