ἐπεὶ δ’ ἑώρα θυρεούς τε πολλοὺς ὑπερφαινομένους τοῦ ποταμοῦ καὶ τοὺς ἱππεῖς ἐπελαύνοντας ἐν τάξει, συστρέψας ἐνέβαλε πρῶτος, αὐτόθεν τε περίοπτος ὢν ὅπλων κάλλει καὶ λαμπρότητι κεκοσμημένων περιττῶς, καὶ τὴν δόξαν ἐπιδεικνύμενος ἔργοις οὐκ ἀποδέουσαν αὐτοῦ τῆς ἀρετῆς· μάλιστα δὲ ὅτι τὰς χεῖρας καὶ τὸ σῶμα παρέχων τῷ ἀγῶνι καὶ τοὺς καθʼ αὑτὸν ἀμυνόμενος ἐρρωμένως οὐ συνεχεῖτο τὸν λογισμὸν οὐδὲ τοῦ φρονεῖν ἐξέπιπτεν, ἀλλʼ ὥσπερ ἔξωθεν ἐφορῶν διεκυβέρνα τὸν πόλεμον, αὐτὸς μεταθέων ἑκασταχόσε καὶ παραβοηθῶν τοῖς ἐκβιάζεσθαι δοκοῦσιν. ἔνθα δὴ Λεοννάτος ὁ Μακεδὼν ἄνδρα κατιδὼν Ἰταλὸν ἐπέχοντα τῷ Πύρρῳ καὶ τὸν ἵππον ἀντιπαρεξάγοντα καὶ συμμεθιστάμενον ἀεὶ καὶ συγκινούμενον, ὁρᾷς, εἶπεν, ὦ βασιλεῦ, τὸν βάρβαρον ἐκεῖνον, ὃν ὁ μέλας ἵππος ὁ λευκόπους φέρει; μέγα τι βουλευομένῳ καὶ δεινὸν ὅμοιός ἐστι.