<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="16"><div type="textpart" subtype="section" n="5"><p> καὶ τῶν φίλων προσαγορεύσας τὸν ἐγγυτάτω, <q>τάξις μέν,</q> εἶπεν, <q>ὦ Μεγάκλεις, αὕτη τῶν βαρβάρων οὐ βάρβαρος, τὸ δὲ ἔργον εἰσόμεθα.</q> καὶ διὰ φροντίδος ἔχων ἤδη τὸ μέλλον ἔγνω τοὺς συμμάχους ἀναμένειν, τοῖς δὲ Ῥωμαίοις, ἂν πρότερον ἐπιχειρῶσι διαβαίνειν, ἐπέστησε φυλακὴν ὑπὲρ τοῦ ποταμοῦ τὴν εἴρξουσαν.</p></div><div type="textpart" subtype="section" n="6"><p> οἱ δέ, ἅπερ ἐκεῖνος ἔγνω περιμένειν, φθῆναι σπεύδοντες, ἐνεχείρουν τῇ διαβάσει, κατὰ πόρον μὲν οἱ πεζοί, πολλαχόθεν δὲ οἱ ἱππεῖς διεξελαύνοντες τὸν ποταμόν, ὥστε δείσαντας τὴν κύκλωσιν ἀναχωρεῖν τοὺς Ἕλληνας, αἰσθόμενον δὲ τὸν Πύρρον καὶ διαταραχθέντα τοῖς μὲν ἡγεμόσι τοῦ πεζοῦ παρεγγυᾶν εὐθὺς εἰς τάξιν καθίστασθαι καὶ περιμένειν ἐν τοῖς ὅπλοις, αὑτὸν <pb n="p.396"/> δὲ τοῖς ἱππεῦσι παρεξελάσαι τρισχιλίοις οὖσιν, ἐλπίζοντα διαβαίνοντας ἔτι καὶ διεσπασμένους ἀτάκτους λήψεσθαι τοὺς Ῥωμαίους.</p></div></div></div></body></text></TEI>