καὶ τῶν φίλων καὶ τῶν δορυφόρων εὐθὺς ἦν ἅμιλλα καὶ προθυμίᾳ περὶ αὐτόν. ἡ δὲ νύξ καὶ τὸ κῦμα μετὰ ψόφου μεγάλου καὶ τραχείας ἀνακοπῆς χαλεπὴν ἐποίει τὴν βοήθειαν, ὥστε μόλις ἡμέρας ἤδη μαραινομένου τοῦ πνεύματος ἐκπεσεῖν αὑτὸν ἐπὶ τὴν γῆν, τῷ μὲν σώματι παντάπασιν ἀδυνάτως ἔχοντα, τόλμῃ δὲ καὶ ῥώμῃ τῆς ψυχῆς ἀνταίροντα πρὸς τὴν ἀπορίαν. ἅμα δὲ οἵ τε Μεσσάπιοι, καθʼ οὓς ἐξεβράσθη, συνέθεον βοηθοῦντες ἐκ τῶν παρόντων προθύμως, καὶ προσεφέροντο τῶν σῳζομένων ἔνιαι νεῶν, ἐν αἷς ἦσαν ἱππεῖς μὲν ὀλίγοι παντάπασι πεζοὶ δὲ δισχιλίων ἐλάττους, ἐλέφαντες δὲ δύο.