<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="14"><div type="textpart" subtype="section" n="6"><p><q>οὐδέν,</q> ὁ Κινέας εἶπε· <q>δῆλον γὰρ ὅτι καὶ Μακεδονίαν ἀναλαβεῖν καὶ τῆς Ἑλλάδος ἄρχειν ὑπάρξει βεβαίως ἀπὸ τηλικαύτης δυνάμεως, γενομένων δὲ πάντων ὑφʼ ἡμῖν, τί ποιήσομεν;</q> καὶ ὁ Πύρρος ἐπιγελάσας, <q>σχολήν,</q> ἔφη, <q>ἄξομεν πολλήν, καὶ κώθων, ὦ μακάριε, καθημερινὸς ἔσται, καὶ διὰ λόγων συνόντες ἀλλήλους εὐφρανοῦμεν.</q></p></div><div type="textpart" subtype="section" n="7"><p> ἐνταῦθα δὴ τῶν λόγων καταστήσας τὸν Πύρρον ὁ Κινέας, <q>εἶτα,</q> ἔφη, <q>τί νῦν ἐμποδών ἐστιν ἡμῖν βουλομένοις κώθωνι χρῆσθαι καὶ σχολάζειν μετʼ ἀλλήλων, εἰ ταῦτα ἔχομεν ἤδη καὶ πάρεστιν ἀπραγμόνως ἐφʼ ἃ διʼ αἵματος καὶ πόνων μεγάλων καὶ κινδύνων μέλλομεν ἀφίξεσθαι, πολλὰ καὶ δράσαντες ἑτέρους κακὰ καὶ παθόντες;</q></p></div></div></div></body></text></TEI>