<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="14"><div type="textpart" subtype="section" n="4"><p>καὶ ὁ Πύρρος οὔπω τὴν διάνοιαν αὐτοῦ καθ ὁρῶν, <q>ἐγγύς,</q> εἶπεν, <q>ἡ Σικελία χεῖρας ὀρέγει, νῆσος εὐδαίμων καὶ πολυάνθρωπος, ἁλῶναι δὲ ῥᾴστη· στάσις γάρ, ὦ Κινέα, πάντα νῦν ἐκεῖνα καὶ ἀναρχία πόλεων καὶ δημαγωγῶν ὀξύτης Ἀγαθοκλέους ἐκλελοιπότος</q> <q>εἰκότα,</q> ἔφη, <q>λέγεις,</q> ὁ Κινέας· <q>ἀλλʼ ἦ τοῦτο πέρας ἡμῖν τῆς στρατείας, λαβεῖν Σικελίαν;</q></p></div><div type="textpart" subtype="section" n="5"><p><q>θεός,</q><pb n="p.388"/> ἔφη ὁ Πύρρος, <q>νικᾶν διδῴη καὶ κατορθοῦν· τούτοις δὲ προάγωσι χρησόμεθα πραγμάτων μεγάλων. τίς γὰρ ἂν ἀπόσχοιτο Λιβύης καὶ Καρχηδόνος ἐν ἐφικτῷ γενομένης, ἣν Ἀγαθοκλῆς ἀποδρὰς ἐκ Συρακουσῶν κρύφα καὶ περάσας ναυσὶν ὀλίγαις λαβεῖν παρʼ οὐδὲν ἦλθεν; ὅτι δὲ τούτων κρατήσασιν ἡμῖν οὐδεὶς ἀντιστήσεται τῶν νῦν ὑβριζόντων πολεμίων, τί ἂν λέγοι τις;</q></p></div></div></div></body></text></TEI>