ταύτην ἰδὼν τὴν ὄψιν ἐπερρώσθη· τάχει δὲ χρησάμενος καὶ διαδραμὼν τὰ μεταξὺ καταλαμβάνει τὴν Βέροιαν· καὶ τὸ πλεῖστον αὐτόθι τῆς στρατιᾶς ἱδρύσας τὰ λοιπὰ προσήγετο διὰ τῶν στρατηγῶν, ὁ δὲ Δημήτριος ἐπεὶ ταῦτα ἤκουσε καὶ πονηρὸν ἐν τῷ στρατοπέδῳ θόρυβον ᾔσθετο τῶν Μακεδόνων, ἔδεισε πορρωτέρω προαγαγεῖν, μὴ πλησίον γενόμενοι βασιλέως Μακεδόνος καὶ δόξαν ἔχοντος μεταβάλωνται πρὸς αὐτόν. ὅθεν ἐπιστρέψας ἐπὶ τὸν Πύρρον ἦγεν ὡς ξένον καὶ μισούμενον ὑπὸ τῶν Μακεδόνων, ἐπεὶ δὲ παρεστρατοπέδευσεν αὐτόθι, πολλοὶ τῶν ἐκ τῆς Βεροίας ἀφικνούμενοι τὸν Πύρρον ἐνεκωμίαζον, ὡς ἄμαχον μὲν ἐν τοῖς ὅπλοις καὶ λαμπρὸν ἄνδρα, πράως δὲ καὶ φιλανθρώπως τοῖς ἡλωκόσι χρώμενον. ἦσαν δέ τινες οὓς αὐτὸς ὁ Πύρρος ἐγκαθίει προσποιουμένους εἶναι Μακεδόνας, καὶ λέγοντας ὅτι νῦν καιρός ἐστι τῆς Δημητρίου βαρύτητος ἀπαλλαγῆναι, πρὸς ἄνδρα δημοτικὸν καὶ φιλοστρατιώτην μεταβαλομένους τὸν Πύρρον.