<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg030.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="10"><div type="textpart" subtype="section" n="2"><p> παρʼ ὀλίγον δὲ ἦλθε πάντων ὁμοῦ κρατῆσαι καὶ λαβεῖν ἀμαχεὶ τὴν βασιλείαν, ἐλάσας ἄχρι Ἐδέσσης μηδενὸς ἀμυνομένου, πολλῶν δὲ καὶ προστιθεμένων καὶ συστρατευόντων. αὐτόν τε δὴ τὸν Δημήτριον ὁ κίνδυνος ἐξανέστησε παρὰ δύναμιν, οἵ τε φίλοι καὶ ἡγεμόνες ὀλίγῳ χρόνῳ πολλοὺς ἀθροίσαντες ἐρρωμένως καὶ προθύμως ἐπὶ τὸν Πύρρον ὥρμησαν. ὁ δὲ λῃστρικώτερον ἀφιγμένος οὐκ ἔμεινεν, ἀλλὰ φεύγων μέρος τι τῆς στρατιᾶς ἀπέβαλε καθʼ ὁδὸν ἐπιθεμένων τῶν Μακεδόνων. <pb n="p.372"/></p></div><div type="textpart" subtype="section" n="3"><p><milestone unit="para"/>οὐ μὴν ὅτι ῥᾳδίως καὶ ταχὺ τὸν Πύρρον ἐξέβαλε τῆς χώρας ὁ Δημήτριος ἠμέλησεν, ἐγνωκὼς δὲ μεγάλων πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὴν πατρῴαν ἀρχὴν ἀνακτᾶσθαι δέκα μυριάσι στρατοῦ καὶ ναυσὶ πεντακοσίαις οὐκ ἐβούλετο τῷ Πύρρῳ προσπταῖσαι, οὐδὲ ἀπολιπεῖν Μακεδόσι πάροικον ἐργώδη καὶ χαλεπόν, ἀλλʼ, ἐπεὶ μὴ ἐσχόλαζε πολεμεῖν πρὸς αὐτόν, διαλυθεὶς καὶ θέμενος εἰρήνην οὕτως ἐπὶ τοὺς ἄλλους βασιλεῖς τραπέσθαι.</p></div></div></div></body></text></TEI>