ἔτι δὲ ὁ μὲν τοῖς εὖ παθοῦσιν ἀεὶ βέβαιος, ὁ δὲ θυμῷ λῦσαι χάριν ἕτοιμος. Λακεδαιμονίων γὰρ εὐεργέτης πρότερον ὢν ὕστερον καὶ τὰ τείχη κατέσκαψε καὶ τὴν χώραν περιέκοψε καὶ τέλος αὐτὴν μετέβαλε καὶ διέφθειρε τὴν πολιτείαν. ἐδόκει δὲ καὶ τὸν βίον ὀργῇ προέσθαι καὶ φιλονεικίᾳ, μὴ κατὰ καιρὸν, ἀλλʼ ὀξύτερον τοῦ δέοντος εἰς Μεσσήνην ἐπειχθείς, οὐχ ὥσπερ Τίτος πάντα λογισμῷ καὶ πρὸς ἀσφάλειαν στρατηγήσας. ἀλλὰ πλήθει γε πολέμων καὶ τροπαίων ἡ Φιλοποίμενος ἐμπειρία βεβαιοτέρα, τῷ μὲν γὰρ τὰ πρὸς Φίλιππον ἐκρίθη δυοῖν ἀγώνοιν, ὁ δὲ μυρίας μάχας κατορθώσας οὐδεμίαν ἀμφισβήτησιν τῇ τύχῃ πρὸς τὴν ἐπιστήμην ἀπολέλοιπεν. ἔτι δὲ ὁ μὲν τῇ Ῥωμαίων ἀκμὴν ἐχούσῃ δυνάμει χρησάμενος, ὁ δὲ τῆς Ἑλλάδος ἤδη φθινούσης ἐπακμάσας, δόξαν ἔσχεν, ὥστε τοῦ μὲν ἴδιον, τοῦ δὲ κοινὸν ἔργον εἶναι τὸ κατορθούμενον ὁ μὲν γὰρ ἦρχεν ἀγαθῶν, ὁ δὲ ἄρχων ἀγαθοὺς ἐποίει.