ὃν δὲ παραβάλλομεν αὐτῷ, Τίτος Κοΐντιος Φλαμινῖνος, ἰδέαν μὲν ὁποῖος ἦν πάρεστι θεάσασθαι τοῖς βουλομένοις ἀπὸ τῆς ἐν Ῥώμῃ χαλκῆς εἰκόνος, ἣ κεῖται παρὰ τὸν μέγαν Ἀπόλλωνα τὸν ἐκ Καρχηδόνος ἀντικρὺ τοῦ ἱπποδρόμου, γράμμασιν Ἑλληνικοῖς ἐπιγεγραμμένη, τὸ δὲ ἦθος ὀξὺς λέγεται γενέσθαι καὶ πρὸς ὀργὴν καὶ πρὸς χάριν. οὐ μὴν ὁμοίως, ἀλλʼ ἐλαφρὸς μὲν ἐν τῷ κολάζειν καὶ οὐκ ἐπίμονος, πρὸς δὲ τὰς χάριτας τελεσιουργός καὶ τοῖς εὐεργετηθεῖσι διὰ παντὸς ὥσπερ εὐεργέταις εὔνους, καὶ πρόθυμος, ὡς κάλλιστα τῶν κτημάτων, τοὺς ἐν πεπονθότας ὑπʼ αὐτοῦ περιέπειν ἀεὶ καὶ σῴζειν. φιλοτιμότατος δὲ καὶ φιλοδοξότατος ὢν ἐβούλετο τῶν ἀρίστων καὶ μεγίστων πράξεων αὐτουργὸς εἶναι, καὶ τοῖς δεομένοις εὖ παθεῖν μᾶλλον ἢ τοῖς εὖ ποιῆσαι δυναμένοις ἔχαιρε, τοὺς μὲν ὕλην τῆς ἀρετῆς, τοὺς δὲ ὥσπερ ἀντιπάλους πρὸς δόξαν ἡγούμενος.