<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="21"><div type="textpart" subtype="section" n="1"><p> ὡς οὖν ὁ περὶ τῆς τελευτῆς λόγος ἧκεν εἰς τοὺς Ἀχαιούς, τὰς μὲν πόλεις αὐτῶν κοινὴ κατήφεια καὶ πένθος εἶχεν, οἱ δʼ ἐν ἡλικίᾳ μετὰ τῶν προβούλων συνελθόντες εἰς Μεγάλην πόλιν οὐδʼ ἡντινοῦν ἀναβολὴν ἐποιήσαντο τῆς τιμωρίας, ἀλλʼ ἑλόμενοι στρατηγὸν Λυκόρταν εἰς τὴν Μεσσηνίαν ἐνέβαλον καὶ κακῶς ἐποίουν τὴν χώραν, ἄχρι οὗ συμφρονήσαντες ἐδέξαντο τοὺς Ἀχαιούς.</p></div><div type="textpart" subtype="section" n="2"><p> καὶ Δεινοκράτης μὲν αὐτὸς αὑτὸν φθάσας διεχρήσατο, τῶν δὲ ἄλλων ὅσοις μὲν ἀνελεῖν ἔδοξε Φιλοποίμενα διʼ αὐτῶν<note anchored="true" place="unspecified" resp="editor" xml:lang="eng"><foreign xml:lang="grc">δι’ αὐτῶν</foreign> Bekker and Blass have <foreign xml:lang="grc">δι’ αὑτῶν</foreign> (<gloss>died by their own hands</gloss>), with Stephanus.</note> ἀπέθνῃσκον, ὅσοις δὲ καὶ βασανίσαι, τούτους ἐπʼ αἰκίαις ἀπολουμένους συνελάμβανεν ὁ Λυκόρτας. τὸ δὲ σῶμα καύσαντες αὐτοῦ καὶ τὰ λείψανα συνθέντες εἰς ὑδρίαν ἀνεζεύγνυσαν, οὐκ ἀτάκτως οὐδὲ ὡς ἔτυχεν, ἀλλʼ ἐπινίκιόν πομπήν τινα ἅμα ταῖς ταφαῖς μίξαντες.</p></div></div></div></body></text></TEI>