τοῦ δὲ ἄλλου σώματος τὴν φύσιν ἐπισκώπτων ὁ Τίτος εἶπεν, ὦ Φιλοποίμην, ὡς καλὰς χεῖρας ἔχεις καὶ σκέλη· γαστέρα δʼ οὐκ ἔχεις· ἦν γὰρ ἐκ τῶν μέσων στενώτερος. τὸ μέντοι σκῶμμα πρὸς τὴν δύναμιν αὐτοῦ μᾶλλον ἐλέχθη, καὶ γὰρ ὁπλίτας ἔχων ἀγαθοὺς καὶ ἱππεῖς χρημάτων πολλάκις οὐκ εὐπόρει. ταῦτα μὲν οὖν ἐν ταῖς σχολαῖς περὶ τοῦ Φιλοποίμενος λέγεται. τοῦ δʼ ἤθους τὸ φιλότιμον οὐκ ἦν παντάπασι φιλονεικίας καθαρὸν οὐδʼ ὀργῆς ἀπηλλαγμένον ἀλλὰ καίπερ Ἐπαμεινώνδου βουλόμενος εἶναι μάλιστα ζηλωτής, τὸ δραστήριον καὶ συνετὸν αὐτοῦ καὶ ὑπὸ χρημάτων ἀπαθὲς ἰσχυρῶς ἐμιμεῖτο, τῷ δὲ πρᾴῳ καὶ βαθεῖ καὶ φιλανθρώπῳ παρὰ τὰς πολιτικὰς διαφορὰς ἐμμένειν οὐ δυνάμενος διʼ ὀργὴν καὶ φιλονεικίαν μᾶλλον ἐδόκει στρατιωτικῆς ἢ πολιτικῆς ἀρετῆς οἰκεῖος εἶναι.