ἦν δὲ τὸ μὲν εἶδος οὐκ αἰσχρός, ὡς ἔνιοι νομίζουσιν εἰκόνα γὰρ αὐτοῦ διαμένουσαν ἐν Δελφοῖς ὁρῶμεν· τὴν δὲ τῆς ξένης τῆς Μεγαρικῆς ἄγνοιαν συμβῆναι λέγουσι διʼ εὐκολίαν τινὰ καὶ ἀφέλειαν αὐτοῦ, πυνθανομένη γὰρ ἔρχεσθαι πρὸς αὐτοὺς τὸν στρατηγὸν τῶν Ἀχαιῶν ἐθορυβεῖτο παρασκευάζουσα δεῖπνον, οὐ παρόντος κατὰ τύχην τοῦ ἀνδρός. ἐν τούτῳ δὲ τοῦ Φιλοποίμενος εἰσελθόντος χλαμύδιον εὐτελὲς ἔχοντος, οἰομένη τινὰ τῶν ὑπηρετῶν εἶναι καὶ πρόδρομον παρεκάλει τῆς διακονίας συνεφάψασθαι. καὶ ὁ μὲν εὐθὺς ἀπορρίψας τὴν χλαμύδα τῶν ξύλων ἔσχιζεν ὁ δὲ ξένος ἐπεισελθὼν καὶ θεασάμενος, τί τοῦτο, ἔφη, ὦ Φιλοποίμην; τί γὰρ ἄλλο, ἔφη δωρίζων ἐκεῖνος, ἢ κακᾶς ὄψεως δίκας δίδωμι;