<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="19"><div type="textpart" subtype="section" n="3"><p> οὐ μὴν ἀλλὰ κομίσαντες αὐτὸν εἰς τὸν καλούμενον Θησαυρόν, οἴκημα κατάγειον οὔτε πνεῦμα λαμβάνον οὔτε φῶς ἔξωθεν οὔτε θύρας ἔχον, ἀλλὰ μεγάλῳ λίθῳ <pb n="p.312"/> περιαγομένῳ κατακλειόμενον, ἐνταῦθα κατέθεντο, καὶ τὸν λίθον ἐπιρράξαντες ἄνδρας ἐνόπλους κύκλῳ περιέστησαν.</p></div><div type="textpart" subtype="section" n="4"><p>οἱ δʼ ἱππεῖς τῶν Ἀχαιῶν ἐκ τῆς φυγῆς ἀναλαβόντες αὑτούς, ὡς οὐδαμοῦ φανερὸς ἦν ὁ Φιλοποίμην, ἀλλʼ ἐδόκει τεθνάναι, πολὺν μὲν χρόνον ἐπέστησαν ἀνακαλούμενοι τὸν ἄνδρα καὶ δίδοντες ἀλλήλοις λόγον ὡς αἰσχρὰν σωτηρίαν καὶ ἄδικον σῴζονται προέμενοι τοῖς πολεμίοις τὸν στρατηγόν ἀφειδήσαντα τοῦ ζῆν διʼ αὑτούς, </p></div></div></div></body></text></TEI>