<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="19"><div type="textpart" subtype="section" n="1"><p> οἱ δʼ ἐν τῇ πόλει τῇ μὲν ἀγγελίᾳ θαυμαστῶς ἐπαρθέντες ἠθροίζοντο περὶ τὰς πύλας· ὡς δὲ εἶδον ἑλκόμενον τὸν Φιλοποίμενα παρʼ ἀξίαν τῆς τε δόξης καὶ τῶν ἔμπροσθεν ἔργων καὶ τροπαίων, ἠλέησαν οἱ πλεῖστοι καὶ συνήλγησαν, ὥστε καὶ δακρῦσαι καὶ τὴν ἀνθρωπίνην ἐκφλαυρίσαι δύναμιν ὡς ἄπιστον καὶ τὸ μηδὲν οὖσαν.</p></div><div type="textpart" subtype="section" n="2"><p> οὕτω δὲ κατὰ μικρὸν εἰς πολλοὺς φιλάνθρωπος ἐχώρει λόγος ὡς μνημονευτέον εἴη τῶν πρόσθεν εὐεργεσιῶν, καὶ τῆς ἐλευθερίας ἣν ἀπέδωκεν αὐτοῖς Νάβιν ἐξελάσας τὸν τύραννον. ὀλίγοι δὲ ἦσαν οἳ τῷ Δεινοκράτει χαριζόμενοι στρεβλοῦν τὸν ἄνδρα καὶ κτείνειν ἐκέλευον ὡς βαρὺν πολέμιον καὶ δυσμείλικτον, αὐτῷ τε Δεινοκράτει φοβερώτερον εἰ διαφύγοι καθυβρισμένος ὑπʼ αὐτοῦ καὶ γεγονὼς αἰχμάλωτος.</p></div></div></div></body></text></TEI>