<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0007.tlg027.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="chapter" n="18"><div type="textpart" subtype="section" n="7"><p> αὐτῷ δὲ τὸ μὲν γῆρας ὑπὸ ἀσκήσεως πολλῆς ἐλαφρὸν ἦν καὶ πρὸς οὐδὲν ἐμπόδιον εἰς τὸ <pb n="p.310"/> σωθῆναι, τότε δὲ καὶ διὰ τήν ἀρρωστίαν τοῦ σώματος ἐνδεοῦς γεγονότος καὶ διὰ τήν ὁδοιπορίαν κατακόπου, βαρὺν ὄντα καὶ δυσκίνητον ἤδη σφαλεὶς ὁ ἵππος εἰς τήν γῆν κατέβαλε, σκληροῦ δὲ τοῦ πτώματος γενομένου καὶ τῆς κεφαλῆς παθούσης ἔκειτο πολὺν χρόνον ἄναυδος, ὥστε καὶ τοὺς πολεμίους τεθνάναι δόξαντας αὐτόν ἐπιχειρεῖν στρέφειν τὸ σῶμα καὶ σκυλεύειν.</p></div><div type="textpart" subtype="section" n="8"><p> ἐπεὶ δὲ τήν κεφαλὴν ἐπάρας διέβλεψεν, ἀθρόοι περιπεσόντες ἀπέστρεφον αὐτοῦ τὰς χεῖρας ὀπίσω καὶ δήσαντες ἦγον, ὕβρει χρώμενοι πολλῇ καὶ λοιδορίᾳ κατʼ ἀνδρὸς οὐδὲ ὄναρ ἄν ποτε παθεῖν ὑπὸ Δεινοκράτους ταῦτα προσδοκήσαντος.</p></div></div></div></body></text></TEI>