μεθʼ ἡμέρας δὲ ὀλίγας Δεινοκράτης Μεσσήνιος, ἄνθρωπος ἰδίᾳ τε τῷ Φιλοποίμενι προσκεκρουκώς καὶ τοῖς ἄλλοις ἐπαχθὴς διὰ πονηρίαν καὶ ἀκολασίαν, τήν τε Μεσσήνην ἀπέστησε τῶν Ἀχαιῶν, καὶ κώμην τήν καλουμένην Κολωνίδα προσηγγέλθη μέλλων καταλαμβάνειν ὁ δὲ Φιλοποίμην ἔτυχε μὲν ἐν Ἄργει πυρέσσων, πυθόμενος δὲ ταῦτα συνέτεινεν εἰς Μεγάλην πόλιν ἡμέρᾳ μιᾷ σταδίους πλείονας ἢ τετρακοσίους. κἀκεῖθεν εὐθὺς ἐβοήθει τοὺς ἱππεῖς ἀναλαβών, οἵπερ ἦσαν ἐνδοξότατοι μὲν τῶν πολιτῶν, νέοι δὲ κομιδῇ, διʼ εὔνοιαν τοῦ Φιλοποίμενος καὶ ζῆλον ἐθελονταὶ συστρατεύοντες. ἱππασάμενοι δὲ πρὸς τήν Μεσσήνην καὶ περὶ τὸν Εὐάνδρου λόφον ἀπαντῶντι τῷ Δεινοκράτει συμπεσόντες ἐκεῖνον μὲν ἐτρέψαντο,