ἐπεὶ δὲ Ῥωμαίοις ὁ πρὸς Ἀντίοχον ἐν τῇ Ἑλλάδι συνέστη πόλεμος, ἦν μὲν ἰδιώτης ὁ Φιλοποίμην, ὁρῶν δὲ τὸν Ἀντίοχον αὐτὸν ἐν Χαλκίδι καθήμενον περὶ γάμους καὶ παρθένων ἔρωτας οὐ καθʼ ὥραν σχολάζοντα, τοὺς δὲ Σύρους ἐν ἀταξίᾳ πολλῇ καὶ χωρὶς ἡγεμόνων ἐν ταῖς πόλεσι πλαζομένους καὶ τρυφῶντας, ἤχθετο μὴ στρατηγῶν τότε τῶν Ἀχαιῶν, καὶ Ῥωμαίοις ἔλεγε φθονεῖν τῆς νίκης. ἐγὼ γὰρ ἂν, ἔφη, στρατηγῶν ἐν τοῖς καπηλείοις κατέκοψα τούτους πάντας. ἐπεὶ δὲ νικήσαντες οἱ Ῥωμαῖοι τὸν Ἀντίοχον ἐνεφύοντο τοῖς Ἑλληνικοῖς μᾶλλον ἤδη, καὶ περιεβάλλοντο τῇ δυνάμει τοὺς Ἀχαιοὺς ὑποκατακλινομένων αὐτοῖς τῶν δημαγωγῶν, ἡ δʼ ἰσχὺς ἐπὶ πάντα πολλὴ μετὰ τοῦ δαίμονος ἐχώρει, καὶ τὸ τέλος ἐγγὺς ἦν εἰς ὃ τὴν τύχην ἔδει περιφερομένην ἐξικέσθαι, καθάπερ ἀγαθὸς κυβερνήτης πρὸς κῦμα διερειδόμενος ὁ Φιλοποίμην τὰ μὲν ἐνδιδόναι καὶ παρείκειν ἠναγκάζετο τοῖς καιροῖς, περὶ δὲ τῶν πλείστων διαφερόμενος τοὺς τῷ λέγειν καὶ πράττειν ἰσχύοντας ἀντισπᾶν ἐπειρᾶτο πρὸς τὴν ἐλευθερίαν.