Κλέανδρος ἦν ἐν Μαντινείᾳ γένους τε πρώτου καὶ δυνηθεὶς ἐν τοῖς μάλιστα τῶν πολιτῶν, τύχῃ δὲ χρησάμενος καὶ τὴν ἑαυτοῦ φυγών ἧκεν εἰς Μεγάλην πόλιν οὐχ ἥκιστα διὰ τὸν Φιλοποίμενος πατέρα Κραῦγιν, ἄνδρα πάντων ἕνεκα λαμπρόν, ἰδίᾳ δὲ πρὸς ἐκεῖνον οἰκείως ἔχοντα. ζῶντος μὲν οὖν αὐτοῦ πάντων ἐτύγχανε, τελευτήσαντος δὲ τὴν ἀμοιβὴν τῆς φιλοξενίας ἀποδιδούς ἔθρεψεν αὐτοῦ τὸν υἱὸν ὀρφανὸν ὄντα, καθάπερ φησὶν Ὅμηρος ὑπὸ τοῦ Φοίνικος τὸν Ἀχιλλέα τραφῆναι, γενναίαν τινὰ καὶ βασιλικὴν τοῦ ἤθους εὐθὺς ἐξ ἀρχῆς πλάσιν καὶ αὔξησιν λαμβάνοντος, ἤδη δὲ τοῦ Φιλοποίμενος ἀντίπαιδος ὄντος Ἔκδημος καὶ Μεγαλοφάνης οἱ Μεγαλοπολῖται διεδέξαντο τὴν ἐπιμέλειαν, Ἀρκεσιλάῳ συνήθεις ἐν Ἀκαδημείᾳ γεγονότες καὶ φιλοσοφίαν μάλιστα τῶν καθʼ ἑαυτοὺς ἐπὶ πολιτείαν καὶ πράξεις προαγαγόντες.