ὅσα μὲν οὖν ἔδοξεν ἡμῖν ἀναγραφῆς ἄξια τῶν ἱστορημένων περὶ Μαρκέλλου καὶ Πελοπίδου, ταὐτά ἔστι. τῶν δὲ κατὰ τὰς φύσεις καὶ τὰ ἤθη κοινοτήτων ὥσπερ ἐφαμίλλων οὐσῶν καὶ γὰρ ἀνδρεῖοι καὶ φιλόπονοι καὶ θυμοειδεῖς καὶ μεγαλόφρονες ἀμφότεροι γεγόνασιν, ἐκεῖνο δόξειεν ἂν διαφορὰν ἔχειν μόνον, ὅτι Μάρκελλος μὲν ἐν πολλαῖς πόλεσιν ὑποχειρίοις γενομέναις σφαγὰς ἐποίησεν, Ἐπαμεινώνδας δὲ καὶ Πελοπίδας οὐδένα πώποτε κρατήσαντες ἀπέκτειναν οὐδὲ πόλεις ἠνδραποδίσαντο. λέγονται δὲ Θηβαῖοι μηδὲ Ὀρχομενίους ἂν οὕτω μεταχειρίσασθαι παρόντων ἐκείνων· ἐν δὲ ταῖς πράξεσι θαυμαστὰ μὲν καὶ μεγάλα τοῦ Μαρκέλλου τὰ πρὸς Κελτούς, ὠσαμένου τοσοῦτον πλῆθος ἱππέων ὁμοῦ καὶ πεζῶν ὀλίγοις τοῖς περὶ αὐτὸν ἱππεῦσιν, ὃ ῥᾳδίως ὑφʼ ἑτέρου στρατηγοῦ γεγονὸς οὐχ ἱστόρηται, καὶ τὸν ἄρχοντα τῶν πολεμίων ἀνελόντος· ἐν ᾧ τρόπῳ Πελοπίδας ἔπταισεν ὁρμήσας ἐπὶ ταὐτά, προαναιρεθεὶς δὲ ὑπὸ τοῦ τυράννου καὶ παθὼν πρότερον ἢ δράσας.