Μᾶρκον δὲ Κλαύδιον τὸν πεντάκις ὑπατεύσαντα Ῥωμαίων Μάρκου μὲν υἱὸν γενέσθαι λέγουσι, κληθῆναι δὲ τῶν ἀπὸ τῆς οἰκίας πρῶτον Μάρκελλον, ὅπερ ἐστὶν Ἀρήϊον, ὥς φησι Ποσειδώνιος. ἦν γὰρ τῇ μὲν ἐμπειρίᾳ πολεμικός, τῷ δὲ σώματι ῥωμαλέος, τῇ δὲ χειρὶ πλήκτης, τῇ δὲ φύσει φιλοπόλεμος κἀν τούτῳ δὴ πολὺ τὸ γαῦρον καὶ ἀγέρωχον ἐπιφαίνων ἐν τοῖς ἀγῶσι, τῷ δὲ ἄλλῳ τρόπῳ σώφρων, φιλάνθρωπος, Ἑλληνικῆς παιδείας καὶ λόγων ἄχρι τοῦ τιμᾶν καὶ θαυμάζειν τοὺς κατορθοῦντας ἐραστής, αὐτὸς δὲ ὑπʼ ἀσχολιῶν ἐφʼ ὅσον ἦν πρόθυμος ἀσκῆσαι καὶ μαθεῖν οὐκ ἐξικόμενος. εἰ γὰρ ἄλλοις τισὶν ἀνθρώποις ὁ θεός, ὥσπερ Ὅμηρος εἴρηκεν, ἐκ νεότητος ἔδωκε καὶ εἰς γῆρας τολυπεύειν ἀργαλέους πολέμους, καὶ τοῖς τότε πρωτεύουσι Ῥωμαίων,