The first chapter has been transposed to serve as Introduction to both the Timoleon and the Aemilius Paulus . τὸν Αἰμιλίων οἶκον ἐν Ῥώμῃ τῶν εὐπατριδῶν γεγονέναι καὶ παλαιῶν οἱ πλεῖστοι συγγραφεῖς ὁμολογοῦσιν. ὅτι δʼ ὁ πρῶτος αὐτῶν καὶ τῷ γένει τήν ἐπωνυμίαν ἀπολιπὼν Μάμερκος ἦν, Πυθαγόρου παῖς τοῦ σοφοῦ, διʼ αἱμυλίαν λόγου καὶ χάριν Αἰμίλιος προσαγορευθείς, εἰρήκασιν ἔνιοι τῶν Πυθαγόρᾳ τήν Νομᾶ τοῦ βασιλέως παίδευσιν ἀναθέντων.