ὁ δʼ Ἱκέτης, ἅτε δὴ τῆς στρατηγίας ὑπόθεσιν τὴν τυραννίδα πεποιημένος, οὐ τὴν Συρακουσίων ἐλευθερίαν, κρύφα μὲν ἤδη πρὸς τοὺς Καρχηδονίους διείλεκτο, φανερῶς δὲ τοὺς Συρακουσίους ἐπῄνει καὶ τοὺς πρέσβεις εἰς Πελοπόννησον συνεξέπεμψεν, οὐ βουλόμενος ἐλθεῖν συμμαχίαν ἐκεῖθεν, ἀλλʼ ἐάν, ὅπερ εἰκὸς ἦν, οἱ Κορίνθιοι διὰ τὰς Ἑλληνικὰς ταραχὰς καὶ ἀσχολίας ἀπείπωσι τὴν βοήθειαν, ἐλπίζων ῥᾷον ἐπὶ τοὺς Καρχηδονίους τὰ πράγματα μετάξειν καὶ χρήσεσθαι συμμάχοις καὶ συναγωνισταῖς ἐκείνοις ἐπὶ τοὺς Συρακουσίους ἢ κατὰ τοῦ τυράννου, ταῦτα μὲν οὖν ὀλίγον ὕστερον ἐξηλέγχθη.