ἐκκειμένων δὲ τῶν πράξεων, ὅσας ἡγούμεθα λόγου καὶ μνήμης ἀξίας εἶναι, τὰς μὲν πολεμικὰς ἐπʼ οὐδέτερον ποιούσας ῥοπὴν μεγάλην ὁρᾶν ἐστιν, ὁμαλῶς γὰρ ἀμφότεροι πολλὰ μὲν στρατιωτικῆς ἔργα τόλμης καὶ ἀνδρείας, πολλὰ δὲ καὶ τέχνης καὶ προνοίας στρατηγοῦντες ἐπεδείξαντο, πλὴν εἰ μή τις θέλοι τὸν Ἀλκιβιάδην, ὅτι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἐν πολλοῖς ἀγῶσι νικῶν καὶ κατορθῶν διετέλεσεν, ἀποφαίνειν τελειότερον στρατηγόν ἐπεὶ τό γε παρόντας καὶ ἄρχοντας ὀρθοῦν ἀεὶ προδήλως τὰ οἰκεῖα καὶ προδηλότερον αὖ πάλιν βλάπτειν μεθισταμένους ἀμφοτέροις ὑπῆρξε.