Φάβιος δʼ ὁρῶν πολλὰς μὲν φυγὰς καὶ ἥττας, πολλοὺς δὲ θανάτους καὶ σφαγὰς αὐτοκρατόρων καὶ στρατηγῶν, λίμνας δὲ καὶ πεδία καὶ δρυμοὺς νεκρῶν στρατοπέδων πλήθοντας, αἵματι δὲ καὶ φόνῳ ποταμοὺς ἄχρι θαλάττης ῥέοντας, ἐν τῷ καθʼ ἑαυτὸν ὁρμωμένῳ ὁρμωμένῳ Bekker corrects to ἡπμοσμένῳ ( attempered ), after Coraës. καὶ βεβηκότι τὴν πόλιν ἀντιλαμβανόμενος καὶ ὑπερείδων, οὐκ εἴασε τοῖς ἐκείνων ὑποφερομένην πταίσμασι τελέως ἐκχυθῆναι. καίτοι δόξειεν ἂν οὐχ οὕτω χαλεπὸν εἶναι πόλιν ἐν συμφοραῖς μεταχειρίσασθαι ταπεινὴν καὶ τοῦ φρονοῦντος ὑπʼ ἀνάγκης κατήκοον γενομένην, ὡς διʼ εὐτυχίαν ἐπηρμένῳ καὶ σπαργῶντι τῷ δήμῳ χαλινὸν ἐμβαλεῖν ὕβρεως καὶ θρασύτητος· ᾧ δὴ μάλιστα φαίνεται τρόπῳ Περικλῆς Ἀθηναίων περιγενόμενος. ἀλλὰ τῶν Ῥωμαίοις συμπεσόντων τότε κακῶν τὸ μέγεθος καὶ τὸ πλῆθος ἰσχυρόν τινα τὴν γνώμην τὴν γνώμην Coraës: γνώμην . καὶ μέγαν ἔδειξεν ἄνδρα τὸν μὴ συγχυθέντα μηδὲ προέμενον τοὺς αὑτοῦ λογισμούς.