οἱ μὲν οὖν βίοι τῶν ἀνδρῶν τοιαύτην ἔχουσιν ἱστορίαν. ἐπεὶ δὲ καὶ πολιτικῆς καὶ πολεμικῆς ἀρετῆς πολλὰ καὶ καλὰ παραδείγματα καταλελοίπασιν ἀμφότεροι, φέρε τῶν πολεμικῶν ἐκεῖνο πρῶτον λάβωμεν, ὅτι Περικλῆς μὲν ἄριστα πράττοντι τῷ δήμῳ καὶ μεγίστῳ καθʼ αὑτὸν ὄντι καὶ μάλιστα πρὸς δύναμιν ἀκμάζοντι χρώμενος ὑπὸ κοινῆς ἂν δόξειεν εὐτυχίας καὶ ῥώμης πραγμάτων ἀσφαλὴς διαγενέσθαι καὶ ἄπταιστος, αἱ δὲ Φαβίου πράξεις ἐν αἰσχίστοις καὶ δυσποτμοτάτοις καιροῖς ἀναδεξαμένου τὴν πόλιν, οὐκ ἐπʼ ἀγαθοῖς ἀσφαλῆ διετήρησαν, ἀλλʼ ἐκ κακῶν εἰς βελτίω μετέστησαν. καὶ Περικλεῖ μὲν αἱ Κίμωνος εὐπραξίαι καὶ τὰ Μυρωνίδου καὶ τὰ Λεωκράτους τρόπαια καὶ πολλὰ καὶ μεγάλα Τολμίδης κατορθῶν ἐνεορτάσαι μᾶλλον καὶ ἐμπανηγυρίσαι στρατηγοῦντι τὴν πόλιν ἢ κτήσασθαι πολέμῳ καὶ φυλάξαι παρέδωκαν·