οὐ γὰρ ἐπῆν ὡραϊσμὸς οὐδὲ κενὴ καὶ ἀγοραῖος χάρις, ἀλλὰ νοῦς ἴδιον καὶ περιττὸν ἐν γνωμολογίαις σχῆμα καὶ βάθος ἔχων, ἃς μάλιστα ταῖς Θουκυδίδου προσεοικέναι λέγουσι. διασῴζεται γὰρ αὐτοῦ λόγος, ὃν εἶπεν ἐν τῷ δήμῳ, τοῦ παιδὸς αὐτοῦ μεθʼ ὑπατείαν ἀποθανόντος ἐγκώμιον. πέντε δʼ ὑπατειῶν ἃς ὑπάτευσεν, ἡ πρώτη τὸν ἀπὸ Λιγύων θρίαμβον ἔσχεν, ἡττηθέντες γὰρ ὑπʼ αὐτοῦ μάχῃ καὶ πολλοὺς ἀποβαλόντες εἰς τὰς Ἄλπεις ἀνεστάλησαν, καὶ τὴν πρόσοικον ἐπαύσαντο τῆς Ἰταλίας ληϊζόμενοι καὶ κακῶς ποιοῦντες.