τοιούτου δὲ τοῦ Περικλέους ἐν τοῖς ἀξίοις μνήμης γεγονότος, ὡς παρειλήφαμεν, ἐπὶ τὸν Φάβιον τὴν ἱστορίαν μεταγάγωμεν. νυμφῶν μιᾶς λέγουσιν, οἱ δὲ γυναικὸς ἐπιχωρίας, Ἡρακλεῖ μιγείσης περὶ τὸν Θύμβριν ποταμὸν γενέσθαι Φάβιον, ἄνδρα πολὺ καὶ δόκιμον ἐν Ῥώμῃ τὸ Φαβίων γένος ἀφʼ αὐτοῦ παρασχόντα, τινὲς δὲ τοὺς ἀπὸ τοῦ γένους τούτου πρώτους τῇ διʼ ὀρυγμάτων χρησαμένους ἄγρᾳ Φοδίους ἱστοροῦσιν ὀνομάζεσθαι τὸ παλαιόν οὕτω γὰρ ἄχρι νῦν αἱ διώρυχες φόσσαι καὶ φόδερε τὸ σκάψαι καλεῖται· χρόνῳ δὲ τῶν δυεῖν φθόγγων μεταπεσόντων Φάβιοι προσηγορεύθησαν. πολλοὺς δὲ καὶ μεγάλους τῆς οἰκίας ἐξενεγκαμένης ἄνδρας, ἀπὸ Ῥούλλου τοῦ μεγίστου καὶ διὰ τοῦτο Μαξίμου παρὰ Ῥωμαίοις ἐπονομασθέντος τέταρτος ἦν Φάβιος Μάξιμος, περὶ οὗ τάδε γράφομεν.