ἐν δὲ τῷ τότε χρόνῳ τῆς μὲν φιλοτιμίας ἀφειστήκει συντριβεῖσα μεγάλαις μάχαις· ἐπαράμενοι δὲ τείχη μεγάλα καὶ καρτερά καὶ τὴν πόλιν ὅπλων καὶ βελῶν καὶ σίτου καὶ παρασκευῆς ἁπάσης ἐμπλήσαντες, ἀδεῶς ὑπέμενον τὴν πολιορκίαν, μακρὰν μὲν οὖσαν, οὐχ ἧττον δὲ τοῖς πολιορκοῦσιν ἐργώδη καὶ χαλεπὴν γενομένην. εἰθισμένοι γὰρ οὐ πολὺν χρόνον ἅμα ὥρᾳ θέρους ἔξω στρατεύειν, οἴκοι δὲ διαχειμάζειν, τότε πρῶτον ἠναγκάσθησαν ὑπὸ τῶν χιλιάρχων φρούρια κατασκευασάμενοι καὶ τὸ στρατόπεδον τειχίσαντες ἐν τῇ πολεμίᾳ χειμῶνα καὶ θέρος συνάπτειν, ἤδη σχεδὸν ἔτους ἑβδόμου τῷ πολέμῳ τελευτῶντος. ὥστε καὶ τοὺς ἄρχοντας ἐν αἰτίᾳ, γενέσθαι καὶ μαλακῶς πολιορκεῖν δοκοῦντας ἀφαιρεθῆναι τὴν ἀρχήν, ἑτέρων αἱρεθέντων ἐπὶ τὸν πόλεμον ὧν ἦν καὶ Κάμιλλος τότε χιλιαρχῶν τὸ δεύτερον.