περὶ δὲ Φουρίου Καμίλλου πολλῶν καὶ μεγάλων λεγομένων ἴδιον εἶναι δοκεῖ μάλιστα καὶ παράδοξον, ὅτι πλεῖστα μὲν ἐν ἡγεμονίαις καὶ μέγιστα κατορθώσας, δικτάτωρ δὲ πεντάκις αἱρεθείς, θριαμβεύσας δὲ τετράκις, κτίστης δὲ τῆς Ῥώμης ἀναγραφεὶς δεύτερος, οὐδὲ ἅπαξ ὑπάτευσε. τούτου δʼ αἴτιον ἡ τῆς τότε πολιτείας κατάστασις, ἐκ διαφορᾶς τοῦ δήμου πρὸς τὴν σύγκλητον ὑπάτους μὲν ἐρίσαντος μὴ ἀποδείκνυσθαι, χιλιάρχους δὲ χειροτονοῦντος ἐπὶ τὴν ἡγεμονίαν, ὧν, καίπερ ἀπʼ ἐξουσίας καὶ δυνάμεως ὑπατικῆς ἅπαντα πραττόντων, ἧττον ἦν ἐπαχθὴς ἡ ἀρχὴ διὰ τὸ πλῆθος, τὸ γὰρ ἓξ ἄνδρας, ἀλλὰ μὴ δύο, τοῖς πράγμασιν ἐφιστάναι, παρεμυθεῖτο τοὺς βαρυνομένους τὴν ὀλιγαρχίαν.