ψεύσταν, ἄδικον, προδόταν, ὃς Τιμοκρέοντα ξεῖνον ἐόντʼ ἀργυρίοις σκυβαλικτοῖσι πεισθεὶς οὐ κατᾶγεν εἰς πάτραν Ἰαλυσόν, λαβὼν δὲ τρίʼ ἀργυρίου τάλαντʼ ἔβα πλέων εἰς ὄλεθρον, τοὺς μὲν κατάγων ἀδίκως, τοὺς δʼ ἐκδιώκων, τοὺς δὲ καίνων, ἀργυρίων ὑπόπλεως, Ἰσθμοῖ δʼ ἐπανδόκευε γελοίως ψυχρὰ κρέα παρέχων· οἱ δʼ ἤσθιον κηὔχοντο μὴ ὥραν Θεμιστοκλεῦς γενέσθαι. πολὺ δʼ ἀσελγεστέρᾳ καὶ ἀναπεπταμένῃ μᾶλλον εἰς τὸν Θεμιστοκλέα βλασφημίᾳ κέχρηται μετὰ τὴν φυγὴν αὐτοῦ καὶ τὴν καταδίκην ὁ Τιμοκρέων ᾆσμα ποιήσας, οὗ ἐστιν ἀρχή· Μοῦσα τοῦδε τοῦ μέλεος κλέος ἀνʼ Ἕλλανας τίθει, ὡς ἐοικὸς καὶ δίκαιον. λέγεται δʼ ὁ Τιμοκρέων ἐπὶ μηδισμῷ φυγεῖν συγκαταψηφισαμένου τοῦ Θεμιστοκλέους.