ἦν δὲ καὶ τοῖς συμμάχοις ἐπαχθὴς περιπλέων τε τὰς νήσους καὶ χρηματιζόμενος ἀπʼ αὐτῶν· οἷα καὶ πρὸς Ἀνδρίους ἀργύριον αἰτοῦντά φησιν αὐτὸν Ἡρόδοτος εἰπεῖν τε καὶ ἀκοῦσαι. δύο γὰρ ἥκειν ἔφη θεοὺς κομίζων, Πειθὼ καὶ Βίαν· οἱ δʼ ἔφασαν εἶναι καὶ παρʼ αὐτοῖς θεοὺς μεγάλους δύο, Πενίαν καὶ Ἀπορίαν, ὑφʼ ὧν κωλύεσθαι δοῦναι χρήματα ἐκείνῳ. Τιμοκρέων δʼ ὁ Ῥόδιος μελοποιὸς ἐν ᾄσματι καθάπτεται πικρότερον τοῦ Θεμιστοκλέους, ὡς ἄλλους μὲν ἐπὶ χρήμασι φυγάδας διαπραξαμένου κατελθεῖν, αὐτὸν δὲ ξένον ὄντα καὶ φίλον προεμένου διʼ ἀργύριον. λέγει δʼ οὕτως· ἀλλʼ εἰ τύγε Παυσανίαν ἢ καὶ τύγε Ξάνθιππον αἰνεῖς ἢ τύγε Λευτυχίδαν, ἐγὼ δʼ Ἀριστείδαν ἐπαινέω ἄνδρʼ ἱερᾶν ἀπʼ Ἀθανᾶν ἐλθεῖν ἕνα λῷστον· ἐπεὶ Θεμιστοκλῆ ἤχθαρε Λατώ,